Faithlife
Faithlife

Untitled Sermon

Sermon  •  Submitted
0 ratings
· 1 view
Notes & Transcripts
11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου
ἀνθρώπους πείθομεν,
θεῷ δὲ πεφανερώμεθα·
ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν
ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν,
ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους
καὶ μὴ ἐν καρδίᾳ.
13 εἴτε γὰρ ἐξέστημεν,
θεῷ·
εἴτε σωφρονοῦμεν,
ὑμῖν.
14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
κρίναντας τοῦτο,
ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν,
ἄρα οἱ πάντες ἀπέθανον·
15 καὶ ὑπὲρ πάντων ἀπέθανεν,
ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν
ἀλλὰ τῷ ὑπὲρ αὐτῶν
ἀποθανόντι
καὶ ἐγερθέντι.
16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα·
εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν,
ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
17 ὥστε
εἴ τις ἐν Χριστῷ,
καινὴ κτίσις·
τὰ ἀρχαῖα παρῆλθεν,
ἰδοὺ γέγονεν καινά·
18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ
τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ
καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ,
μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν
καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν
ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν·
δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.
21 τὸν μὴ γνόντα ἁμαρτίαν
ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,
ἵνα ἡμεῖς
γενώμεθα δικαιοσύνη θεοῦ
δικαιοσύνη
ἐν αὐτῷ.
θεοῦ ἐν αὐτῷ.
RELATED MEDIA
See the rest →
RELATED SERMONS
See the rest →